Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.28 Joseph. AJ 20.33 (English) >>Joseph. AJ 20.39

20.31οἱ δʼ ἐπεὶ ἀνελεῖν συμβουλεύσαντες οὐκ ἔπεισαν, ἀλλὰ φυλάσσειν αὐτοὺς δεσμίους παρῄνουν μέχρι τῆς ἐκείνου παρουσίας ὑπὲρ ἀσφαλείας τῆς ἑαυτῶν. συνεβούλευον δʼ αὐτῇ μεταξὺ προστήσασθαί τινα τῆς ἀρχῆς ἐπίτροπον, μάλιστα πιστεύει. 20.32πείθεται τούτοις Ἑλένη, καὶ καθίστησι τὸν πρεσβύτατον παῖδα Μονόβαζον βασιλέα περιθεῖσα τὸ διάδημα καὶ δοῦσα τὸν σημαντῆρα τοῦ πατρὸς δακτύλιον τήν τε σαμψηρὰν ὀνομαζομένην παρʼ αὐτοῖς, διοικεῖν τε τὴν βασιλείαν παρῄνεσεν μέχρι τῆς τοῦ ἀδελφοῦ παρουσίας. 20.33ἧκε δʼ οὗτος ταχέως ἀκούσας τὴν τοῦ πατρὸς τελευτὴν καὶ διαδέχεται τὸν ἀδελφὸν Μονόβαζον ὑπεκστάντος τῆς ἀρχῆς αὐτῷ. 20.34

Καθʼ ὃν δὲ χρόνον Ἰζάτης ἐν τῷ Σπασίνου χάρακι διέτριβεν Ἰουδαῖός τις ἔμπορος Ἀνανίας ὄνομα πρὸς τὰς γυναῖκας εἰσιὼν τοῦ βασιλέως ἐδίδασκεν αὐτὰς τὸν θεὸν σέβειν, ὡς Ἰουδαίοις πάτριον ἦν, 20.35καὶ δὴ διʼ αὐτῶν εἰς γνῶσιν ἀφικόμενος τῷ Ἰζάτῃ κἀκεῖνον ὁμοίως συνανέπεισεν μετακληθέντι τε ὑπὸ τοῦ πατρὸς εἰς τὴν Ἀδιαβηνὴν συνεξῆλθεν κατὰ πολλὴν ὑπακούσας δέησιν· συνεβεβήκει δὲ καὶ τὴν Ἑλένην ὁμοίως ὑφʼ ἑτέρου τινὸς Ἰουδαίου διδαχθεῖσαν εἰς τοὺς ἐκείνων μετακεκομίσθαι νόμους. 20.36 δʼ Ἰζάτης ὡς παρέλαβεν τὴν βασιλείαν, ἀφικόμενος εἰς τὴν Ἀδιαβηνὴν καὶ θεασάμενος τούς τε ἀδελφοὺς καὶ τοὺς ἄλλους συγγενεῖς δεδεμένους ἐδυσχέρανεν τῷ γεγονότι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.28 Joseph. AJ 20.33 (English) >>Joseph. AJ 20.39

Powered by PhiloLogic